Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.26 Dem. 22.29 (English) >>Dem. 22.32

22.28εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι μὴ λέγοι, ὡς οὐκ ἀσεβής, τι δήποτʼ εἴη διʼ κρίνοιτο, διὰ ταῦτα δʼ ἐκφεύγειν ἀξιοίη, εἰ μὲν ἀπηγμένος εἴη, διότι πρὸς διαιτητὴν ἐξῆν αὐτῷ λαχεῖν γράφεσθαι χρῆν, εἰ δὲ πρὸς διαιτητῇ φεύγοι, ὅτι χρῆν σʼ ἀπάγειν, ἵνʼ ἐκινδύνευες περὶ χιλιῶν, γέλως ἂν εἴη δήπουθεν. οὐ γὰρ τόν γε μηδὲν πεποιηκότα δεῖ περὶ τοῦ τρόπον ὅντινα χρὴ διδόναι δίκην ἀντιλέγειν, ἀλλʼ ὡς οὐ πεποίηκʼ ἐπιδεικνύναι. 22.29τὸν αὐτὸν δὴ τρόπον, Ἀνδροτίων, καὶ σὺ μὴ διὰ ταῦτʼ οἴου σοι προσήκειν μὴ δοῦναι δίκην εἰ γράφεις ἡταιρηκώς, ὅτι καὶ πρὸς τοὺς θεσμοθέτας ἔσθʼ ἡμῖν ἐπαγγελία· ἀλλʼ δεῖξον οὐ πεποιηκότα ταῦτα σεαυτόν, δίκην ὕπεχʼ ὧν γέγραφας τοιοῦτος ὤν· οὐ γὰρ ἔξεστί σοι. εἰ δέ σε μὴ πάντας ὅσους διδόασιν οἱ νόμοι τρόπους τιμωρούμεθα, χάριν ἡμῖν ὧν παραλείπομεν, ἐκείνων ἔχε, μὴ διὰ ταῦτʼ ἀξίου μηδένα δοῦναι τρόπον δίκην.

22.30ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, καὶ θεάσασθαι ὅσην πρόνοιαν ἐποιεῖτο ἐν ἅπασιν οἷς ἐτίθει νόμοις τῆς πολιτείας, καὶ ὅσῳ περὶ τούτου μᾶλλον ἐσπούδαζεν περὶ τοῦ πράγματος οὗ τιθείη τὸν νόμον. πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τοῦτο, οὐχ ἥκιστα δʼ ἐκ τούτου τοῦ νόμου, μήτε λέγειν μήτε γράφειν ἐξεῖναι τοῖς ἡταιρηκόσιν. ἑώρα γὰρ ἐκεῖνο, ὅτι τοῖς πολλοῖς ὑμῶν ἐξὸν λέγειν οὐ λέγετε, ὥστε τοῦτʼ οὐδὲν ἡγεῖτο βαρύ, καὶ πόλλʼ ἂν εἶχεν, εἴ γε κολάζειν ἐβούλετο τούτους, χαλεπώτερα θεῖναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.26 Dem. 22.29 (English) >>Dem. 22.32

Powered by PhiloLogic